Κυριακή, 13 Μαρτίου 2016

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν».

Τῇ θείᾳ ῥοπῇ, ἀδιάφθορα τηρεῖται τὰ ἐντάφια, καὶ τὰ ὀστᾶ σου θείῳ νεύματι, τὴν ἁρμονίαν μὴ λύσαντα, πᾶσαν ἀκαθάρτων πνευμάτων, διασκεδάζει κακόνοιαν. Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Συντρέχει Ποιμήν, Βασιλεύς τε εὐσεβὴς καὶ τῶν ἐν τέλει πληθύς, καὶ ὑποθέντες τῇ ἐνδόξῳ σου, σορῷ αὐχένας θεόληπτε, ὥσπερ κιβωτῷ παναγίᾳ, δορυφοροῦσι καὶ ψάλλουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ὁ θεῖος σηκός, τῶν τοῦ Λόγου Μαθητῶν ὑποδεχέσθω σεμνῶς, τῶν Ἀποστόλων τὸν συνόμιλον, καὶ τῶν Μαρτύρων τὸν σύσκηνον, τῶν Ἱεραρχῶν τὴν κρηπῖδα, καὶ τὸν Ὁσίων ὁμότροπον· Εὐλογητὸς εἶ, ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.