Παρασκευή, 11 Μαρτίου 2016

ΣΩΦΡΟΝΙΟΥ, ΠΑΤΡΙΑΡΧΟΥ ΙΕΡΟΣΟΛΥΜΩΝ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΜΑΡΤΙΟΥ

Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σωφρονίου, Πατριάρχου Ἱεροσολύμων.

Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Στίχοι
Ἔσπευδε τηρεῖν καὶ κεραίαν τοῦ νόμου,
Ὁ Σωφρόνιος, οὗ παρ᾽ οὐρανοῖς κέρας.
Ἑνδεκάτῃ σαόφρων ἔδυ Σωφρόνιος παρὰ τύμβον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πιονίου, Πρεσβυτέρου τῆς ἐν Σμύρνῃ Ἁγίας Ἐκκλησίας.
Στίχοι
Ὡς ἐγκρυφίας ἄρτος ἐξωπτημένος,
Καυθεὶς προσήχθη Πιόνιος Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου Θεοφόρου καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ Διϊππείῳ λεγομένῳ, τοῦ Νεοφανοῦς.
Στίχοι
Ἐκ γειτόνων εἶ, Γεώργιε, κἀνθάδε,
Κἀκεῖθεν, οἶμαι, Χριστομύστη, Παρθένῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Λαοδικείᾳ μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εἰς τὴν Κωνσταντινούπολιν ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.
Στίχοι
Κομίζεταί σοι ὄλβος, ὀλβία Πόλις,
Ἐπιμάχου τὸ σῶμα τοῦ τρισολβίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ Σιναΐτου.
Στίχοι
Πῶς ἂν διῆλθες πλέθρα γῆς τάχος τόσα;
Εἰ μὴ ἄσαρκος, ὥς τις ἦς, πάτερ, βίῳ;

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς.