Τρίτη, 9 Φεβρουαρίου 2016

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».

Μετέστης ὡς νυμφίος ὡραϊσθείς, ἐν στολαῖς ὑφανθείσαις ἐξ αἵματος, μαρτυρικοῦ, θείας ἀγλαΐας πρὸς μετοχήν, τοῦ κοσμηθέντος σώματος, καὶ καλλωπισθέντος τῷ σταυρῷ, τῷ πάθει τῷ Τιμίῳ, τοῦ πάντων εὐεργέτου, ὦ Νικηφόρε παμμακάριστε.

Ἐθέλχθης τοῦ Δεσπότου ταῖς καλλοναῖς, ὧν οὐδὲν ὡραιότερον ἔνδοξε, καὶ τῆς αὐτοῦ, σπεύδων ἀπολαύειν διηνεκοῦς, καὶ εὐπρεποῦς λαμπρότητος, ξίφει ἐκτεμεῖν σου τὴν κεφαλήν, ἠρέθισας τυράννους, πυρούμενος τῷ πόθῳ, ὦ Νικηφόρε τοῦ Κυρίου σου.

Λαμπρῶς κατὰ τῆς πλάνης Μάρτυς Χριστοῦ, ἀριστεύσας καὶ ταύτην τρεψάμενος, ὡς νικητής, στέφος ἐκομίσω τῇ κορυφῇ, τὸ τῶν χαρίτων ἔνδοξε, καὶ νῦν συγχορεύεις μαρτυρικῶς, Μαρτύρων ταῖς χορείαις, παμμάκαρ Νικηφόρε, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.