Δευτέρα, 22 Φεβρουαρίου 2016

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Ὡς τῆς ἀμπέλου κλήματα, τῆς ἀΰλου ὑπάρχοντες, βότρυας ἡμῖν θεογνωσίας ἤνθησαν, καὶ οἶνον ἐκέρασαν, ἀθανασίας πᾶσι σαφῶς, μέθην ψυχικῆς, ἀποκρουόμενον βλάβης, οἱ Μάρτυρες βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Τοῖς ὀχετοῖς τοῦ αἵματος, ποταμοὺς ἀπεξήραναν, εἰδωλομανίας, καὶ πυρὰν ἐτέφρωσαν, ἀθέου προστάγματος, οἱ ἀθληταὶ τῆς δόξης Χριστοῦ, πᾶσαν δὲ πιστῶς, ἀναβοῶσαν καρδίαν, κατήρδευσαν πλουσίως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἱεραρχῶν ὁ πρόκριτος, ἱερῶς συγκινούμενος, τὴν συγκομιδὴν τὴν ἱερὰν πεποίηται, ὑμῶν Παμμακάριστοι, καὶ ἐτησίως ταύτην τιμᾷ, μέλπων σὺν παντί, τῷ ἱερῷ καταλόγῳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.