Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 4 Ιανουαρίου 2016

ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΓΙΩΝ ΕΒΔΟΜΗΚΟΝΤΑ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝοΥΑΡΙοΥ

Προεόρτια τῶν Φώτων, καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων, καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου.


Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Ἡ Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.
Στίχοι
Τοὺς Ἑβδομήκοντ᾽ εὐκλεεῖς Ἀποστόλους,
Καὶ ὧδ᾽ ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.
Ἀμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω.

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἐν γῇ χλοαυγεῖ τῆς Ἐδὲμ Θεοκτίστῳ,
Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.

Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,
Ἑξαπτέρυξι συμπαρίστανται Νόοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.
Στίχοι
Ἀθανάσιος συνθανὼν τῷ Ζωσίμῳ,
᾽Ἒνδον πέτρας ἥδιστα καὶ συζῆν ἔχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικής.
Στίχοι
Αἴρουσιν ἐκ γῆς τὴν Ἀπολλιναρίαν.
Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.