Παρασκευή, 8 Ιανουαρίου 2016

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ».

Οὐκ ἐνέδωκας τοῖς πόνοις πιεζόμενος, τοῖς τῆς ἀσκήσεως, σατανικοῖς λογισμοῖς· τὸν νοῦν γὰρ ἀρρέμβαστον, πρὸς τὸν δυνάμενον, σῴζειν Κύριον, σὺ κεκτημένος ἅπασαν, προσβολὴν ἀπετινάξω.

Χαμευνίαις ἀγρυπνίαις καὶ νηστείαις σου, πάντα ἐνέκρωσας, μέλη σοῦ τὰ ἐπὶ γῆς· καὶ νῦν τὴν ἀκήρατον, καὶ ἄπονον βιοτήν, ζῇς Μακάριε, ὑπὲρ ἡμῶν δεόμενος, τῶν ὑμνούντων σε σὺν πόθῳ.

Τοῦ ἀεὶ Ὄντος τὸν τάφον ἐπεθύμησας, ἄκρως θεάσασθαι, καὶ προσκυνῆσαι Σοφέ, κἂν τούτῳ γενόμενος, ἔκρινας ὅσιον, δι' ἀσκήσεως, συννεκρωθῆναι Ὅσιε, τῷ δι' οἶκτον νεκρωθέντι.