Κυριακή, 27 Δεκεμβρίου 2015

ΕΝ ΒΗΘΛΕΕΜ ΠΟΙΜΕΝΕΣ

Ἐν Βηθλεὲμ Ποιμένες, τὸν τῆς Παρθένου τόκον, δοξολογοῦντες κατεμήνυον, Σωτῆρα καὶ Κύριον, τὸν ἐπὶ γῆς ὀφθέντα, ἀνθρώπων σῶσαι γένος.

Τὸν ὑπὲρ λόγον τόκον, τῆς Θεοτόκου Μαρίας, χοροὶ Ἀγγέλων ἐκπληττόμενοι· Ἐν τοῖς ὑψίστοις ἐκραύγαζον, τῷ Θεῷ ἡμῶν δόξα, καὶ ἐπὶ γῆς εἰρήνη.

Τῶν Χερουβὶμ ἐδείχθης, ὑψηλοτέρα Παρθένε, ἐν ταῖς ἀγκάλαις σου βαστάσασα, τὸν τούτοις ὀχούμενον· ὃν δυσωποῦσα σῶσαι, ἡμᾶς ἀεὶ μὴ παύσῃ.

Νυμφαγωγὸς μὲν Δαυΐδ, θαλαμηπόλος δὲ θεῖος, τῆς Ἐκκλησίας ὁ Ἰάκωβος, γενόμενοι ἔλεγον· ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.

Ὁ ἐν Προφήταις Ἄναξ, καὶ ἐν Βασιλεῦσι Προφήτης, σὺν Ἰακώβῳ τῷ θεόφρονι, ἡμῖν ἐμελῴδησαν· Ὁ σαρκωθεὶς δι' ἡμᾶς, Χριστὲ εὐλογητὸς εἶ.