Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 3 Δεκεμβρίου 2015

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΣΟΦΟΝΙΟΥ

Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Σοφονίου.
Στίχοι
Ὁ πρὶν βοήσας τῇ Σιών, Χαῖρε σφόδρα,
Χαίρει, παραστὰς τῷ Θεῷ, Σοφονίας.
Φαίδιμος ἐν τριτάτῃ Σοφονίας ἦτορ ἀφῆκεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Ἐν Πατριάρχαις καὶ Θεόδωρος μέγας,
Κἂν τοῖς ἀθληταῖς τοῖς διὰ ξίφους μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδούλου, τοῦ ἀπὸ Ἐπάρχων.
Στίχοι
Ἐπαρχίαν γῆς οὐρανῶν ἐπαρχίας,
Ὁ Θεόδουλος ἀντέδωκεν ἐμφρόνως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, Ἐπισκόπου Κολωνίας, τοῦ Ἡσυχαστοῦ.
Στίχοι
Οὐχ ἡσυχάζω, καὶ θανόντα γὰρ στέφω,
Τὸν ἡσυχαστὴν Ἰωάννην τοῖς λόγοις.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Ἀγάπιος, Σέλευκος, καὶ Μάμας, ξίφει τελειοῦνται
Στίχοι
Τρεῖς ἄνδρες, Ἀγάπιος, Σέλευκος, Μάμας,
Πόθῳ Πλάσαντος ἠγάπησαν καὶ ξίφος.

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεόδουλος ὁ Κύπριος ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Γαβριήλ, τοῦ Γάνου μὲν ὄντος πρότερον Ἐπισκόπου, ὕστερον δ' ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659 ἔτος.

Ὁ ἅγιος Νεομάρτυς Ἀγγελῆς, ὁ ἐν Χίῳ ἀθλήσας ἐν ἔτει 1813, ξίφει τελειοῦται.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.