Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 27 Δεκεμβρίου 2015

ΑΓΙΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΥ ΣΤΕΦΑΝΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Γραπτοῦ, αὐταδέλφου Θεοφάνους τοῦ Ποιητοῦ.


Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου, ἑνὸς τῶν ἑπτὰ Διακόνων.
Στίχοι
Λόγων στεφάνοις, οἷα τιμίοις λίθοις,
Στέφω Στέφανον, ὃν προέστεψαν λίθοι.
Εἰκάδι λαΐνεος Στέφανον μόρος ἑβδόμῃ εἷλεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Γραπτοῦ, ἀδελφοῦ Θεοφάνους τοῦ Ποιητοῦ.
Στίχοι
Αὐχεῖν ἔχει τι καὶ Θεόδωρος μέγα,
Ἐκ γῆς ἀπαίρων· ὡς μέγα, στίξις θέας.

Στίχοι Ἰαμβικοί, γραφέντες τῷ προσώπῳ τοῦ Ἁγίου Θεοδώρου, καὶ Ἀδελφοῦ αὐτοῦ Θεοφάνους, παρὰ Θεοφίλου Βασιλέως, ἐν σιδήρῳ πυρωθέντι.

Πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν,
Ὅπου πάναγνοι τοῦ Θεοῦ Λόγου πόδες
Ἔστησαν, εἰς σύστασιν τῆς οἰκουμένης,
Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ,
Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.
Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας,
Πράξαντες δεινὰ αἰσχρὰ δυσσεβοφρόνως,
Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.
Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες,
Οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.
Ὅθεν γραφέντες ὡς κακοῦργοι, τὴν θέαν,
Κατακρίνονται καὶ διώκονται πάλιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου Ἀρχιεπισκόπου Κωνσταντινοπόλεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαυρικίου, καὶ τῶν σὺν αὐτῷ ἑβδομήκοντα Μαρτύρων.

Ὁ Ὅσιος πατὴρ ἡμῶν Λουκᾶς ὁ Τριγλινός, ἤτοι ὁ ἐκ Μουδανίων, ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν.