Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 24 Δεκεμβρίου 2015

ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΕΥΓΕΝΙΑΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΔΕΚΕΜΒΡΙΟΥ

Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Εὐγενίας.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιοπαρθενομάρτυρος Εὐγενίας καὶ τῶν σὺν αὐτῇ.
Στίχοι
Στεφθεῖσα πρῶτον τοῖς πόνοις Εὐγενία,
Βαφὴν ἐβάψω δευσοποιὸν ἐκ ξίφους.
Τέτλαθι Εὐγενίη ξίφος εἰκάδι ἀμφὶ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μάρτυς Βασίλλα, ἡ συμμαρτυρήσασα τῇ Ἁγίᾳ Εὐγενίᾳ, ξίφει τελειοῦται.
Στίχοι
Τὶς ἂν παραδράμῃ σε τμηθεῖσαν ξίφει,
Μάρτυς Βασίλλα, πίστεως θείας βάσις;

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Φίλιππος, ὁ πατὴρ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦται.
Στίχοι
Μάχαιραν ὄντως δίστομον κατὰ πλάνης,
Κτείνει Φίλιππον τῆς μαχαίρας τὸ στόμα.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι, Πρωτᾶς καὶ Ὑάκινθος, οἱ εὐνοῦχοι καὶ συνασκηταὶ τῆς Ἁγίας Εὐγενίας, ξίφει τελειοῦνται.
Στίχοι
Τμηθέντες, Ὑάκινθε καὶ Πρωτᾶ ξίφει,
Κληροῦσθε πρῶτα Μαρτύρων Θεοῦ γέρα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου μοναχοῦ, τοῦ ἀπὸ στρατιωτῶν, καὶ διήγησις ὠφέλιμος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀχαϊκὸς ξίφει τελειοῦται.
Στίχοι
Πᾶν Ἀχαϊκὸς ἐκβαλὼν ψυχῆς ἄχος,
Ὅλῃ χαρᾷ δέδωκε τὴν κάραν ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀντίοχος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι
Ἀντιόχῳ βδέλυγμα τύρβαι τοῦ βίου,
Καὶ βίος ἅπας, ὃν παρῆλθεν ἡδέως.

Οἱ Ὅσιοι Βιτιμίων καὶ Ἀφροδίσιος, ἐν εἰρήνῃ τελειοῦνται.

Ὁ ἅγιος νεομάρτυς Ἀχμὲτ ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ 1682, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς