Τετάρτη, 2 Δεκεμβρίου 2015

ΤΗ Β ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ, ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΑΒΒΑΚΟΥΜ

Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ.
Στίχοι
Τάττει Θεὸς σοι τοὺς πόδας τεθνηκότι,
Εἰς συντέλειαν Ἀββακούμ, καθὼς ἔφης.
Δευτερίῃ Ἀββακοὺμ ἀνεβήσατο εἰς Θεοῦ ἄστυ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν, Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου καὶ Θεοφίλου.
Στίχοι
Ἀνδρῶν τετρακτὺς εἰς ἄλυπον χωρίον,
Ἐκ θλίψεως γέμοντος ἦλθε χωρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μυρόπης.
Στίχοι
Ὄντως μύρον πέφηνε Χριστῷ Μυρόπη,
Σῶμα προσδοῦσα διὰ τοῦτον βασάνοις.

Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Κυρίλλου Φιλεώτου ἀσκήσαντος ἐν ἔτει 1060.

Ἡ ἁγία Μυρόπη ἐν τῇ φυλακῇ τελειοῦται.

Ὁ ἅγιος Ἄβιβος ὁ νέος ἐν πυρὶ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.