Πέμπτη, 12 Νοεμβρίου 2015

ΡΗΓΝΥΝΤΑ ΠΡΟΣΠΑΘΕΙΑΣ ΤΗΣ ΚΟΣΜΙΚΗΣ

Ῥηγνὺντα προσπαθείας τῆς κοσμικῆς, τὰ δεσμὰ καὶ Θεῷ συγγινόμενον, σὲ καθορῶν, Πάτερ ὁ ἀλάστωρ βαρβαρικάς, σοὶ τρικυμίας ἤγειρε, λύειν σου νομίζων τὸ σταθηρόν, τῇ θείᾳ δὲ προνοίᾳ, τὰς τούτου διεκρούσω, μηχανουργίας παναοίδιμε.

Πλουσίαις διαλάμπων μαρμαρυγαῖς, διδαχαῖς πολυτρόποις ἐλάμπρυνας, τῶν εὐσεβῶς, πίστει προσιόντων σοι τὰς ψυχάς, καὶ γὰρ κρατῆρι πάνσοφε, Νεῖλε τῆς σοφίας τῷ καθαρῷ, τὰ χείλη προσπελάσας, ἑξήντλησας ἀφθόνως, καὶ τοῖς ποθοῦσι μεταδέδωκας.

Ἱέρευσας προθύμως Πάτερ σαυτόν, μυστικῶς ὡς ἀμώμητον σφάγιον, τῷ Πλαστουργῷ, τοῦτον ἀγαπήσας εἰλικρινῶς, οὗ νῦν τῷ θρόνῳ πάνσοφε, Νεῖλε παριστάμενος ἐκτενῶς, δυσώπει τοὺς ἐν πίστει, τελοῦντάς σου τὴν μνήμην, ἐπιτυχεῖν σου τῆς λαμπρότητος.