Τρίτη, 17 Νοεμβρίου 2015

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Οἱ διὰ σοῦ πλουτήσαντες, τῆς Τριάδος τὴν ἔλλαμψιν, τῆς ὁμοουσίου, καὶ σεπτῆς Γρηγόριε, τὴν σὴν νῦν πανήγυριν, ἐπιτελοῦντες χάριτι, θαυματουργικῇ, καταλαμφθῆναι αἰτοῦμεν, βοῶντες· Τὸν Δεσπότην, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Νεοφανὲς ὡς ἔσοπτρον, δεδεγμένος πανόλβιε, τὰς μαρμαρυγάς, τῆς ἀρχικῆς Θεότητος, τὸν κόσμον ἐφώτισας, ἀντανακλάσεις πέμπων φωτός, τοῖς μελῳδικῶς, ὀρθοδοξίᾳ βοῶσιν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Ὑπὸ Θεοῦ σκεπόμενος, εὐσεβείας ὑπόθεσις, τοῖς θεοσεβέσιν, ἐφρουρήθης πάνσοφε, εἰς ὄρος ἱστάμενος, ὡς νομοθέτης ἄλλος Μωσῆς, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἐκδιδάσκων, Γρηγόριε κραυγάζεις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.