Δευτέρα, 9 Νοεμβρίου 2015

ΗΛΘΟΝ ΕΙΣ ΤΑ ΒΑΘΗ

«Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεὸς ἐκ φθορᾶς με ἀνάγαγε, τὴν ζωήν μου Πολυέλεε».

Πόνοις αἰκισμῶν ἐγκαρτερήσας, Ὀνησιφόρε Μάρτυς, δρόμον ἤνυσας τοῦ μαρτυρίου, καὶ νικητής, γεγονὼς ἀπείληφας, τὰ βραβεῖα τὰ οὐράνια.

Ἀλλήλοις συνδούμενοι τῇ πίστει, προσδεδεμένοι ἄμφω, καὶ συρόμενοι λύσιν τοῦ σκήνους, οἷα στερροί, Ἀθληταὶ ὑπέστητε, τῷ Κυρίῳ συναπτόμενοι.

Ἵπποις προσδεθέντες καὶ βιαίως, διασυρθέντες γνώμῃ, τοῦ δικάζοντος βιαιοτάτῃ, οἱ εὐκλεεῖς, τοῦ Κυρίου Μάρτυρες, θείου τέλους ἠξιώθησαν.