Πέμπτη, 12 Νοεμβρίου 2015

ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ

Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος.
Στίχοι
Ἰωάννης πένησι δοὺς καὶ σκορπίσας,
Ὢ ποῖα Χριστῷ νῦν παρεστὼς λαμβάνει!
ᾬχετο ἀκτεάνων δυοκαιδεκάτῃ Ἐλεητής.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ.
Στίχοι
Αἴγυπτον ἄρδει Νεῖλος, ἀλλὰ καὶ κτίσιν.
Λόγῳ κατάρδει, καὶ θανών, Νεῖλος μέγας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγκίας.
Στίχοι
Οὐκ ἦν ὁ κόσμος ἄξιός σου, Μαρτῖνε.
Ὃν καὶ λιπὼν ἀπῆλθες εἰς κόσμον μέγαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀχιά.
Στίχοι
Ὅτι Προφήτης Ἀχιά, πρὶν τεθνάναι,
Ἱεροβοὰμ μάρτυς, υἱὸς Ναβάτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης.
Στίχοι
Κλέος κράτιστον ἐκ Θεοῦ ὁ Μαρτῖνος,
Εἴληφεν, ὡς ἔλεον ἐνδεδυμένος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀντωνίου καὶ τῶν σὺν αὐτῷ.
Στίχοι
Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.

Ὁ Ὅσιος Νεῖλος ὁ ἐκ Κυνουρίας, ἀσκήσας ἐν τοῖς ὁρίοις τῆς μεγίστης Λαύρας τοῦ Ἄθω, ὁ μετὰ θάνατον μυροβλύτης γενόμενος, καὶ πολλοὺς τῶν ἀσθενῶν ἰασάμενος, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος πατριάρχης Κωνσταντινουπολεως Λέων ὁ Στύππης, ἐν εἰρήνῃ τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς Σάββας ὁ Νιγδελῆς καὶ Σαμολαδᾶς, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1726, ξίφει τελειοῦται.

Ὁ ἅγιος νεομάρτυς Νικόλαος, ὁ κατὰ τὸ 1732 ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἐκ τῆς ἐνορίας τῶν ἓξ Μαρμάρων, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.