Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 10 Νοεμβρίου 2015

ΑΠΟΣΤΟΛΩΝ ΟΛΥΜΠΑ, ΡΟΔΙΩΝΟΣ, ΣΩΣΙΠΑΤΡΟΥ ....

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΝΟΕΜΒΡΙΟΥ

Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου· καὶ τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐράστου καὶ Κουάρτου.
Στίχοι
Ἑξάδα μυστῶν τοῦ Λογου ὑμνῶ λόγοις,
Λόγῳ βροτοὺς λύσαντας ἐξ ἀλογίας.
Ἑξὰς Ἀποστολέων δεκάτῃ βίον ἐξεπέρησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
Στίχοι
Ἀθλητικῶν, Ὀρέστα, σῶν ἱππασμάτων,
Νικητικὰ βραβεῖα πολλὰ προσδόκα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου τοῦ ἐν Συμβόλοις· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νόνου Ἐπισκόπου, τοῦ κατηχήσαντος τὴν Ἁγίαν Πελαγίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου Ἐπισκόπου.
Στίχοι
Βίου διαστάς, οὗ βραχύς τις ὁ δρόμος,
Τὸν πρὸς πόλον Μαρτῖνος ἔδραμε δρόμον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μίλου Ἐπισκόπου, καὶ τῶν δύο μαθητῶν αὐτοῦ.
Στίχοι
Ἔκτειναν ἐχθροὶ σὺν δυσὶ μύσταις Μίλον,
Σφαγὴ μὲν αὐτόν, τοὺς δὲ μύστας τοῖς λίθοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καλλιοπίου, Νίρου, καὶ Ὠρίωνος.
Στίχοι
Ξίφει τράχηλον, Καλλιόπιε, κλίνας,
Κάλλος θεωρεῖς ἀκλινῶς Θεοῦ Λόγου.
Ὑπῆρξεν ἡμῖν ἡ κεφαλή σου, Νίρε,
Θείου κεφαλὴ Μάρτυρος διὰ ξίφους.
Κἂν ζῶν ἐβλήθη Μάρτυς εἰς γῆν Ὠρίων,
Ὑπὲρ τὸν Ὠρίωνα λάμπει τοῦ πόλου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.