Σάββατο, 24 Οκτωβρίου 2015

ΕΒΡΑΙΩΝ ΩΜΟΤΗΤΙ ΤΗΝ ΣΗΝ, ΑΝΔΡΕΙΑΝ ΑΝΤΕΘΗΚΑΣ, ΜΑΡΤΥΣ ΑΡΕΘΑ

Ἑβραίων ὠμότητι τὴν σήν, ἀνδρείαν ἀντέθηκας, Μάρτυς Ἀρέθα πανεύφημε· καὶ θείᾳ χάριτι, νικηφόρος ὤφθης, καὶ χορὸν προσήγαγες, Μαρτύρων τῷ Χριστῷ στρατευόμενον, ἐκ πάσης ἔνδοξε, ἡλικίας συγκροτούμενον, καὶ ἐκ γένους, παντὸς συνιστάμενον.

Ἀρέθα πανένδοξε τερπνήν, χορείαν στησάμενος, τῶν ἱερῶν συμμαρτύρων σου, μεθ' ὧν ἠγώνισαι, τὸν καλὸν ἀγῶνα, καὶ τὸν δρόμον ἤνυσας, τῆς σῆς ἀνδρειοτάτης ἀθλήσεως, Χριστὸν δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Παρθένοι νεάνιδες Χριστοῦ, ἔρωτι πυρούμεναι, τῆς ἀσθενείας τῆς φύσεως, ἐπιλαθόμεναι, καὶ δυνάμει θείᾳ, προφανῶς ῥωννύμεναι, τὴν πλάνην τοῦ ἐχθροῦ κατεπάτησαν, μὴ δειλιάσασαι, τῶν βασάνων τὸ ἐπίπονον, καὶ καμίνου, τὸ πῦρ μὴ πτοούμεναι.