Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τετάρτη 28 Οκτωβρίου 2015

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ

Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἐψαλλον‧ Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος,καὶ Θεὸς εὐλογητὸς εἶ. 
Ἔθου Δέσποινα, ἡμᾶς ὑπὸ τὴν Σκέπην σου, καὶ σκέπεις πάντοτε, ἐπηρειῶν χαλεπῶν, ἐχθρῶν ἐπιθέσεως, καὶ πάσης θλιψεως‧ διὸ πάντες σε, διαπρυσίῳστόματι, ἀνυμνοῦμεν εἰς αἰῶνας.
Περιέσκεπες, ὡς ἐκλεκτὴν μερίδα σου, πόλιν βασίλειον, τὴν Κωνσταντίνου Ἁγνή, ὠσαύτως Πανάμωμε, σκέπεις τῇ δόξῃ σου, ἤδη Δέσποινα, ἡμᾶς τοὺς καταφεύγοντας, τῇ θερμῇ σου προστασίᾳ.
Η παράδοξος, Παρθένε ἐπισκίασις, τῆς θείας Σκέπης σου, ἐπὶ τοῦ Ἔθνους ἡμῶν, ἐμφαίνει σαφέστατα, τὴν σὴν προμήθειαν, δι' ἧς Ἄχραντε, παρέχεις ταῖς ψυχαῖςἡμῶν, εὐφροσύνην καὶ εἰρήνην.
Γεωργήσασα, ἀγεωργήτως Πάναγνε, Χριστὸν τὸν Κύριον, τὸν γεωργὸν τῆς ζωῆς,χαρᾶς ἡμῖν πρόξενος, ὤφθης τοῖς μέλπουσι‧ Χαῖρε Δέσποινα, τοῦ Γένους ἡμῶν σώτειρα, καὶ ἀντίληψις γλυκεῖα.