Τρίτη, 22 Σεπτεμβρίου 2015

ΥΨΩΣΑΣ ΤΟΝ ΝΟΥΝ

Ὑψώσας τὸν νοῦν, πρὸς τὸ πρῶτον ἀγαθὸν θεοειδέστατος, ναὸς Τριάδος ἐχρημάτισας, καὶ τοὺς ἐν βάθει κακώσεως, ὕψωσας ταῖς ὑψηλοτάταις, διδαχαῖς σου κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Συντρίψας ναούς, τῶν εἰδώλων προσευχῶν ἀναμοχλεύσεσιν, ἀνεδομήσω θείῳ Πνεύματι, ναοὺς Θεῷ Ἱερώτατε, καὶ τῶν σῳζομένων τὰ πλήθη, προσηγάγω κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πυρίπνοος ὤν, ὡς τοῦ Πνεύματος τὸ πῦρ τὸ θεῖον Πάνσοφε, ἐν τῇ καρδίᾳ ἔχων πάντοτε, λαμπὰς ὡράθης φλογίζουσα, πᾶσαν φρυγανώδη ἀπάτην, καὶ τοὺς βοῶντας φωτίζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.