Τετάρτη, 9 Σεπτεμβρίου 2015

ΟΜΟΦΡΟΝΕΣ ΣΥΜΨΥΧΟΙ

Ὁμόφρονες σύμψυχοι, τὴν ἀρετὴν ὑπάρχοντες, τῆς πανάγνου Παρθένου σεπτοὶ γεννήτορες, τοὺς ἐπιτελοῦντας προθύμως, τὴν εὐκλεῆ καὶ ἔνδοξον μνήμην, ὑμῶν ἱερώτατοι, τοῦ σωθῆναι δυσωπήσατε.

Νομὴν κατεπαύσατε, τὴν τοῦ θανάτου Ἔνδοξοι, τῆς ζωῆς τὴν Μητέρα, λαμπρῶς γεννήσαντες, τὴν ἐξαφανήσασαν τούτου, τὴν προσβολήν, καὶ τῆς ἀθανάτου, ζωῆς προξενήσασαν, τὴν ἐλπίδα διὰ πίστεως.

Ὡραῖος ὡς ἥλιος, Ἰωακεὶμ ἑνούμενος, τῇ φωσφόρῳ σελήνῃ, τῇ Ἄννῃ τέτοκε, τὴν τῆς παρθενίας ἀκτῖνα, δι᾿ ἧς αὐγὴ τῆς θείας οὐσίας, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεῖσα ἡμῖν ἔλαμψε.

Σωφρόνως βιώσαντες, καὶ εὐσεβῶς Μακάριοι, νῦν τρυφῆς τῆς ἀφράστου, κατηξιώθητε, τῆς θεοφανείας τυχόντες, τοῦ ἐξ ὑμῶν τῷ κόσμῳ φανέντος· ὃν περ δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.