Δευτέρα, 7 Σεπτεμβρίου 2015

ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΓΕΝΝΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΣΩΖΟΝΤΟΣ ΜΝΗΜΗ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Προεόρτια τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου, καὶ τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος.

Ἀντεῖχε Σῴζων σώματος πρὸς αἰκίας,
Πρὸς τὸν μόνον σῴζοντα τὴν ψυχὴν βλέπων.
Ἑβδομάτη Σῴζων θάνε, τυπτόμενος χρόα λαμπρόν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὀνησιφόρου.

Ὁ Ἅγιος Εὐψύχιος ξίφει τελειοῦται.
Εὔψυχος Εὐψύχιος ἣν πρὸς τὸ ξίφος,
Χαίρων ὅτι πλάσαντι τὴν ψυχὴν θύει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζεται ἡ κοίμησις τοῦ Ὁσίου Λουκᾶ, τοῦ τῆς Λυκαόνων Ἐπαρχίας, τρίτου δὲ Ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.