Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 14 Σεπτεμβρίου 2015

Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΣΕΠΤΕΜΒΡΙΟΥ

Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Τὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει,
Ὑψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις.
Ὑψώθη δεκάτῃ, Σταυροῦ ξύλον, ἠδὲ τετάρτῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου· ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα.

Καὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου Βασιλέως Θεοδοσίου.

Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα,
Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Ἕκτῃ Συνόδῳ, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντινουπόλεως ἰθύνοντος, καὶ Ἀγάθωνος τῶν Ῥωμαίων. Ἠθροίσθη δὲ ἐν τῷ Τρούλλῳ τοῦ Παλατίου, τῷ λεγομένῳ, Ὠάτῳ, ἀναθέματι καθυποβαλοῦσα Σέργιον, καὶ Πύρρον, καὶ Πέτρον, καὶ Παῦλον, Ἐπισκόπους γενομένους Κωνσταντινουπόλεως· Μακρόβιόν τε τὸν Ἀντιοχείας, καὶ Κῦρον τὸν Αλεξανδρείας, καὶ Ὁνώριον τὸν Ῥώμης, Στέφανόν τε καὶ Πολυχρόνιον, καὶ τοὺς σὺν αὐτοῖς. Ἥτις ἁγία Σύνοδος ἐπὶ μὲν τοῦ δηλωθέντος Κωνσταντίνου τοῦ Πωγωνάτου συνηθροίσθη· ἡ δὲ τῶν Κανόνων ἔκδοσις ἐπὶ Ἰουστινιανοῦ τοῦ υἱοῦ αὐτοῦ γέγονε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα.

ᾘδεῖτο Πάπας πρὸς τὰ στίγματα στένειν,
Βοηθὸν ἐγγὺς τὸν Θεὸν κεκτημένος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεοκλῆς ξίφει τελειοῦται.

Πρὸς κλῆσιν ἥκει καὶ Θεοκλῆς τὴν ἄνω,
Ἔχων ὄχημα τὴν τομὴν τὴν ἐκ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Βαλεριανός, τὸ νήπιον, ξίφει τελειοῦται.

Βαλεριανῷ τῷ μικρῷ Θεὸς μέγας,
Ἐν οὐρανῷ δέδωκε πάμμεγα στέφος.

Ὁ ἅγιος νέος ὁσιομάρτυς Μακάριος, ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1527, ὁ καὶ μαθητὴς χρηματίσας τοῦ Πατριάρχου Κωνσταντινουπόλεως Νήφωνος, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.