Δευτέρα, 31 Αυγούστου 2015

ΣΥ ΩΣ ΗΛΙΟΣ

Σὺ ὡς ἥλιος, δικαιοσύνης μόνος ὢν φωτουργέ, θείως τὸν ναὸν ἐφαίδρυνας τῆς Σεμνῆς, τοῖς ποικίλοις σου χαρίσμασιν, ἐν ᾧ ἀνίσχουσᾳ, τὰς ἀκτῖνας ἐκλάμπει ἡ Ζώνη αὐτῆς.

Χρυσῆν ὡς στάμνον, τὴν σὴν σορὸν κυκλοῦντες μόνη Ἁγνή, θείας ἀληθῶς μετέχομεν νῦν τρυφῆς, τῶν χαρίτων παντευλόγητε, καὶ τῶν συμβόλων σου, ὑπερτέραν ὡς οὖσαν τιμῶμεν αὐτήν.

Ὑπερβλύζουσιν οἱ τῶν θαυμάτων Κόρη πάναγνε, χάριν ἀληθῶς κρατῆρές σου τοῖς πιστοῖς, καὶ ἀφθόνως τῆς τιμίας σου, σοροῦ προέρχονται, ὡς ἐξ ἄλλης Ἐδὲμ νοητοὶ ποταμοί.

Νῦν προσέλθετε, μετ᾽ εὐφροσύνης πάντες οἱ ἐπὶ γῆς, δεῦτε, ἡ σορὸς προτρέπεται μυστικῶς, τῆς Κυρίας περιπτύξασθε, ὑπερένδοξον, ἐν ἐμοὶ θησαυρισθεῖσαν Ζώνην αὐτῆς.