Τετάρτη, 5 Αυγούστου 2015

ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΑΓΙΑΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Τὰ Προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσιγνίου.
Τῇ Ε´τοῦ αὐτοῦ μηνός, προεόρτια τῆς Ἁγίας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσιγνίου.

Εὐσίγνιον τέμνουσι τὸν Χριστοῦ φίλον,
Τομῆς μέχρι κράζοντα, Χριστὸς μοι σέβας.
Πέμπτῃ Εὐσιγνίοιο κάρη κονίῃσιν ἐμίχθη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Μάρτυρες καὶ αὐτάδελφοι, Καττίδιος καὶ Καττιδιανός, λιθοβολιθέντες τελειοῦνται.
Βουνοὺς λίθων ἔστησαν ὑψηλοὺς Λόγε,
Δι' ὧν ἀνῆλθον πρὸς σὲ σύγγονοι δύο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νόννα, ἡ μήτηρ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.
Νόννῃ θανούσῃ τῇ καλῇ καλὸς γόνος,
Καλὸν δίδωσιν ἐντάφιον τοὺς λόγους.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Σόλεβ ὁ Αἰγύπτιος, βέλει τοξευθείς, τελειοῦται.
Ἄν συλλαβισθῇς ἐξόπισθεν ὦ Σόλεβ,
Βέλος συνάξεις ὄργανον τοῦ σοῦ τέλους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φάβιος, Ἀρχιεπίσκοπος Ῥώμης, ξίφει τελειοῦται.
Κεῖται Φάβιος νεκρὸς ὁ Χριστοῦ θύτης,
Χριστῷ προσαχθεὶς θῦμα καινὸν ἐκ ξίφους.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.