Πέμπτη, 13 Αυγούστου 2015

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Ἡ ἀπόδοσις τῆς Ἑορτῆς.

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς μεταθέσεως τοῦ λειψάνου τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.

Κινοῦσί σου Μάξιμε πιστοὶ τὴν κόνιν,
Δηλοῦντες, ὡς ζῇς, ἐξαμείβων καὶ τόπους.
Μαξίμου ἀμφὶ τρίτην νεκρὸν δεκάτην μεταθῆκαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀοιδίμου καὶ Παμμακαρίστου Βασιλίσσης καὶ κτιτορίσσης τῆς σεβασμίας μονῆς τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ, Εἰρήνης, τῆς διὰ τοῦ Ἁγίου καὶ Ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης Μοναχῆς.
Παντοκράτωρ δέδωκέ σοι Μονὴν ἄνω,
Ὡς κτιτορίσσῃ ἰδίας Μονῆς κάτω.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.