Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 2 Αυγούστου 2015

ΑΝΑΚΟΜΙΔΗΣ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΠΡΩΤΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΥ ΣΤΕΦΑΝΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς Ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου.
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος, καὶ Ἀρχιδιακόνου Στεφάνου.

Ἔχεις Σιὼν πάμπολλα θεῖα καὶ ξένα.
Νεκρὸν Στεφάνους δὸς πόλει Κωνσταντίνου.
Δευτερίῃ νέκυος Στεφάνου γένετ' Ἀνακομιδή.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν ἁγίων μαρτύρων Μαξίμου, Δάδα καὶ Κυντιλιανοῦ.

Τρεῖς ἐκφέρουσα γῆ νεκροὺς ζωηφόρους,
Πόλῳ λέγειν ἔοικε· Σὺ κρύψας ἔχε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἐγκαινίων τοῦ θείου Ναοῦ τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, Ἰωάννου τοῦ Θεολόγου, πλησίον τῆς ἁγιωτάτης μεγάλης Ἐκκλησίας.

Σὸν Ναὸν σῇ χάριτι καθιεροῦμεν,
Ἰωάννη πάνσοφε ἠγαπημένε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Φωκᾶ, καὶ τοῦ ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένου Βασιλέως Ἰουστινιανοῦ ἐν τοῖς ἁγίοις Ἀποστόλοις.

Φωκᾶς ὁ μάρτυς εκλιπὼν γῆς χωρίον,
Νῦν εγκατοικεῖ τῆς τρυφῆς τῷ χωρίῳ
Οὐκ ἐκποδών σοι σκῆπτρον ὤφθη ὧ ἄναξ,
Σὺ γὰρ κατοικεῖς Βασιλείαν τὴν ἄνω.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.