Κυριακή, 16 Αυγούστου 2015

ΑΝΑΚΟΜΙΔΗΣ ΑΧΕΙΡΟΠΟΙΗΤΟΥ ΕΙΚΟΝΟΣ ΤΟΥ ΚΥΡΙΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι τοῦ Ἁγίου Μανδηλίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Διομήδους.


Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.

Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης,
Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας.
Ἕκτῃ καὶ δεκάτῃ νέκυς ἐτμήθη Διομήδους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.
Λήξει βίου σου χαῖρε, Χαιρήμων μάκαρ.
Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.
Στερρὸς στρατός τε καὶ συνασπισμὸς μέγας,
Ξίφει πεσών, στράτευμα δαιμόνων πρέπει.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.
Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν,
Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα.

Εἰς τὸ Κεράμιον
Ἀχειρότευκτον χειρότευκτος σὸν τύπον.
Φέρει κέραμος παντοτεῦκτα Χριστέ μου.

Ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, τῶν ἄνευ φαρμάκων ὑπὸ σοῦ γινομένων· ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν κατασκευάζεις, λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα καὶ δαίμονας ἐλαύνεις, καί τους ἐν μακρονοσίᾳ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις, καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ, κατὰ νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι Θεοῦ Υἱὸς εἶ, ποιῶν ταῦτα, ἢ Θεός. Διὰ τοῦτο τοίνυν γράψας ἐδεήθην σου σκυλῆναι καὶ ἐλθεῖν πρός με, ἵνα καὶ τὸ πάθος, ὃ ἔχω θεραπεύσῃς, καὶ μετ' ἐμοῦ ἐνταῦθα συνέσῃ· καὶ γὰρ ἤκουσα, ὅτι καὶ οἱ Ἰουδαῖοι καταγογγύζουσί σου, καὶ βούλονται κακῶσαί σε. Πόλις δὲ σμικροτάτη μοι ἐστὶ καὶ σεμνή, ἥτις ἀρκέσει ἀμφοτέροις ἡμῖν τοῦ κατοικεῖν ἐν εἰρήνῃ.

Μακάριος εἶ, Αὔγαρε, πιστεύσας ἐν ἐμοὶ καὶ μὴ ἑωρακώς με· γέγραπται γὰρ περὶ ἐμοῦ, τοὺς ἑωρακότας μὴ πιστεύειν ἐν ἐμοί, ἵνα οἱ μὴ ἑωρακότες με, αὐτοὶ πιστεύσωσι καὶ ζήσωνται. Περὶ δὲ οὗ ἔγραψὰς μοι ἐλθεῖν πρὸς σέ, δέον ἐστὶ πάντα δι' ἃ ἀπεστάλην, πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι, ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με Πατέρα, καὶ ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοι ἕνα τῶν Μαθητῶν μου, ὀνόματι Θαδδαῖον, ὅστις καὶ τὸ πάθος σου θεραπευσει, καὶ ζωὴν αἰώνιον, σοί τε καὶ τοῖς σὺν σοί, καὶ εἰρήνην παρέξει, καὶ ποιήσει τῇ πόλει σου τὸ ἱκανόν, πρὸς τὸ μηδένα τῶν ἐχθρῶν κατισχῦσαι αὐτῆς.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν ποιούμεθα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης καὶ ἀνυπερβλήτου φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μέτ' αἰσχύνης τοὺς ἀθέους Ἀγαρηνούς, μεσιτείᾳ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ ἀειπαρθένου Μαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.
Πηγὴ κενοῦται θαυματουργῶν ὑδάτων,
Πληρουμένη δέ, θαυματουργεῖ καὶ πλέον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.
Στῆσον φόβῳ σῷ ἡμῶν τὰς διανοίας,
Τῇ σαλεύσει Δέσποτα, γῆς θεμελίων.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γερασίμου τοῦ νέου,
ἀσκητοῦ, τοῦ ἐν τῇ νήσῳ Κεφαλληνίᾳ.
Γέρα πρέπουσι Γερασίμῳ τῷ νέῳ,
Τῷ τοῖς γέρασι τῶν παλαιῶν στεφθέντι.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.