Δευτέρα, 10 Αυγούστου 2015

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΙ ΑΡΧΙΔΙΑΚΟΝΟΥ ΛΑΥΡΕΝΤΙΟΥ

Τῌ l' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΑΥΓΟΥΣΤΟΥ

Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Ἀρχιδιακόνου Λαυρεντίου.

Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Λαυρεντίου Ἀρχιδιακόνου, Ξύστου Πάπα Ῥώμης καὶ Ἱππολύτου.

Τὸν Λαυρέντιον λαύρακα Χριστοῦ λέγω,
Ἐπ' ἐσχάρας ἄνθραξιν ἐξωπτημένον.
Τέλους ἀθλητῶν καὶ κλέους τυχεῖν θέλων,
Ἤθλησας ἆθλον, Ξύστε, τὸν διὰ ξίφους.
Τὸν Ἱππόλυτον ἱπποδέσμιον βλέπω,
Ἐναντίαν πάσχοντα τῇ κλήσει πάθος.
Ὤπτησαν δεκάτῃ Λαυρέντιον ἠΰτε ἰχθύν.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἥρων ὁ φιλόσοφος ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.