Δευτέρα, 27 Ιουλίου 2015

ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΑ ΑΝΘΗ ΟΡΩΝ

Τοῦ Παραδείσου τὰ ἄνθη ὁρῶν, τῇ εὐοσμίᾳ αὐτῶν τῇ τερπνῇ, πληροῦντα πᾶσαν τὴν οἰκουμένην, τὸ ξένον αὐτῶν καταπλήττομαι θέαμα· ἐν παγετῷ γὰρ χειμῶνος, πλέον ἀνθοῦσι μᾶλλον, ὅπερ ξένον ἐν ἄνθεσιν, ὡς ὁ Μάρτυς τοῦ Χριστοῦ, ὁ ἐξανθήσας πρῶτος, καὶ θύρα γεγονὼς τῶν νομίμως ἀθλούντων, καὶ ἀνθούντων κρυμῷ τῶν κολάσεων, ὁ δείξας τρίβον ἀπλανῆ τοῖς βουλομένοις ἀθλεῖν, ὁ καλὸς σταδιάρχης, ὁ τοῖς πόνοις ἀναλάμψας, Στεφανίτης τῶν Μαρτύρων ὁ Πρώταθλος.