Τετάρτη, 8 Ιουλίου 2015

ΛΑΜΠΑΣΙ ΦΛΕΓΟΜΕΝΟΣ ΔΕΙΝΩΣ

Λαμπάσι φλεγόμενος δεινῶς, τοῖς ὀβελίσκοις τε κατακεντούμενος, καὶ τοῖς χρονίοις σου μώλωψιν, ἀναξέσεις εἰσδεχόμενος, καὶ ἀλγεινόμενος σφοδρῶς, Μάρτυς ἐκραύγαζες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τῇ σῇ δεξιᾷ τὰ ζοφερά, δαιμόνων πρόσωπα, Μάκαρ ἐρράπισας· ταύτην γὰρ ἄνθραξιν ἔνδοξε, καταφλέγεσθαι ὑπέδειξας, παρανομοῦντι δικαστῇ, ἀντιταττόμενος καὶ κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

Τὴν πέτραν Χριστὸν τὴν ἀρραγῆ, παμμάκαρ ἔνδοξε, ἔχων θεμέλιον, λίθοις Προκόπιε ἔχαιρες, ὠμοτάτως βαρυνόμενος, πρὸς ἀβαρῆ σε χαρμονὴν ἀνακουφίζουσαν, ἐκβοῶντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.