Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 31 Ιουλίου 2015

ΙΣΧΥΙ ΡΩΝΝΥΜΕΝΟΣ

Ἰσχύϊ ῥωννύμενος, τοῦ Ζωοδότου, σαρκὸς κατεκράτησας, ὀρέξεων Πανόλβιε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συντονώτατα, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.

Σαυτὸν ἐξευγένισας, εὐγενεστάτους, τοὺς τρόπους κτησάμενος, νοὸς ἀκεραιότητι, μελέτῃ σχολάζων δέ, τῶν θεοπνεύστων Γραφῶν, ὅλην σου τὴν ἔφεσιν Θεῷ, τῷ παντεπόπτῃ Μάκαρ ἀνέτεινας.

Τὰ ἄνω βασίλεια, τὴν ἄνω πόλιν, Θεοῦ τὸν Παράδεισον, Δικαίων τὴν ἀπόλαυσιν, τρυφὴν τὴν ἀνόθευτον, ὄλβον τὸν ἄσυλον, φέγγος τὸ ἀνέσπερον εὑρεῖν, κατηξιώθης Μάκαρ Εὐδόκιμε.

Ῥεόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα Σοφέ, ἀνεμποδίστως ὄντως παρέδραμες.