Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 12 Ιουλίου 2015

ΟΥΤΟΣ Ο ΠΑΝΘΑΥΜΑΣΤΟΣ

Οὗτος ὁ πανθαύμαστος καὶ πολύφημος τῆς Ἐκκλησίας ὅσιος Παΐσιος (Ἐζνεπίδης)
ἐγεννήθη ἐν Φαράσοις τῆς Καππαδοκίας τῇ 25ῃ Ἰουλίου 1924 ὑπὸ χριστιανῶν
γονέων λαβὼν κατὰ τὸ βάπτισμα αὐτοῦ τὸ ὄνομα Ἀρσένιος ὑπὸ τοῦ ὁσίου Ἀρσενίου
τοῦ Καππαδόκου. Ἐλθὼν μετὰ τῶν γονέων αὐτοῦ ἐν Ἑλλάδι, κατῴκησεν ἐν Κονίτσῃ
τῆς Ἠπείρου διακριθεὶς ἀπὸ παιδὸς διὰ τὴν εὐλάβειαν καὶ πίστιν αὐτοῦ πρὸς τὸν
Θεόν. Ἀνδρωθεὶς δὲ μετέβη εἰς τὸν Ἄθωνα καὶ ἐγένετο Μοναχὸς λαβὼν ἐν μὲν τῇ
ῥασοευχῇ τὸ ὄνομα Ἀβέρκιος, εἶτα δὲ κατὰ τὴν εὐχὴν τοῦ μικροῦ σχήματος τὸ
ὄνομα Παΐσιος. Διὰ περισσοτέραν ἄσκησιν μετέβη καὶ εἰς τὸ Σινᾶ. Καταλήξας ἐν τῷ
κελλίῳ Παναγούδα ἐν ταῖς Καρυαῖς τοῦ Ἄθωνος, πολλὰ σημεῖα ἐν ζωῇ ἐποίει τοῖς
προσερχομένοις αὐτῷ. Ἔτι δὲ διὰ τῆς διδασκαλίας αὐτοῦ μετέφερε πολλοὺς εἰς τὴν
ὀρθὴν ὁδόν. Ἐγένετο καὶ πνευματικὸς καθοδηγητὴς τῆς Ἱερᾶς Μονῆς ἁγίου Ἰωάννου
τοῦ Θεολόγου ἐν Σουρωτῇ. Ἐν τέλει τοῦ βίου αὐτοῦ ἀσθενήσας βαρέως
ἐτελεύτησεν ἐνταφιασθεὶς ἐν τῇ προμνημονευθείσῃ Μονῇ τῇ 12ῃ Ἰουλίου 1994.
Πολλὰ σημεῖα ἐποίησε καὶ μετὰ τὴν ὁσίαν αὐτοῦ κοίμησιν.