Δευτέρα, 22 Ιουνίου 2015

ΤΩ ΑΚΡΟΤΑΤΩ ΦΩΤΙ

Τῷ ἀκροτάτῳ φωτὶ ἐλλαμπόμενος, καὶ Ἱερέων χοροῖς, μάκαρ συνταττόμενος, καὶ ταῖς μαρτυρικαῖς εὐκλείαις ἐγκοσμούμενος, τοὺς πίστει ἑορτάζοντας τὴν σήν, Εὐσέβιε μακάριε, μνήμην περιφύλαττε, Χριστὸν ἐξιλεούμενος.

Ἤδη τῷ πόθῳ Χριστοῦ πυρπολούμενος, ἀπὸ νεότητος σήν, σάρκα καθυπέταξας, παμμάκαρ τῆς ψυχῆς ταῖς ἱεραῖς δυνάμεσι, καὶ σκεῦος ἱερὸν ἀποδειχθείς, λαὸν ἐν ὁσιότητι, Ὅσιε ἐποίμανας, χρισθεὶς μύρῳ τῆς χάριτος.

Σὲ ποιμενάρχην τὸ Πνεῦμα προβάλλεται, αἱρετιζόντων ἀχλύν, λόγοις σελασφόροις σου, σκεδάζοντα σοφέ, καὶ προφανῶς δεικνύοντα, τὴν τρίβον τὴν ὀρθήν, τοῖς ἐν αὐτῇ ὁσίως ἐπιβαίνουσι, μέγιστε Εὐσέβιε, φωστὴρ τῶν καρδιῶν ἡμῶν.