Τετάρτη, 3 Ιουνίου 2015

ΜΕΤΑ ΠΑΥΛΟΥ ΕΒΟΑΣ

Μετὰ Παύλου ἐβόας· Οὐ χωρίσει με, Μάρτυς, ἐκ τῆς ἀγάπης Χριστοῦ, οὐ κίνδυνος οὐ λύπη, λιμός τε οὐδὲ ξίφος· διὸ καὶ ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.

Ἐν τῇ πέτρᾳ ἐρείσας, τῇ τῆς ὁμολογίας τοὺς θείους πόδας σου, ἀτίνακτος ἐδείχθης, τῷ σάλῳ τῶν κυμάτων· διὸ καὶ ἀνεκραύγαζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.