Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 16 Μαΐου 2015

ΤΗΝ ΠΗΓΗΝ ΕΝ ΤΩ ΦΡΕΑΤΙ ΚΑΤΙΔΩΝ ΤΗΝ ΑΕΝΑΟΝ

Τὴν πηγὴν ἐν τῷ φρέατι κατιδὼν τὴν ἀέναον καθημένην γύναιον, φέρον καύσωνας, πλείστων παθῶν ἀκεσώδυνον, λαβεῖν ἐπεζήτησεν, ὕδωρ ζῶν τὸ ἐξ αὐτῆς, κρουνηδόν ἐκχεόμενον, ὃ καὶ ἔλαβε, δωρεὰν ἐκ τοῦ λόγου, καὶ οὐκέτι πρὸς τὸ φρέαρ ἐπισπεύδει τὸ γεηρὸν καὶ ἐπίκηρον.

Ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ χρηστότητος.

Ἰουδαίων τὰ ἔθιμα, τοῦ γυναίου διώκοντος, καὶ τὸ σφῶν προβάλλοντος ἀκοινώνητον, τῇ μεταλήψει τοῦ ὕδατος, Χριστὸς μετωχέτευσεν, ὁ σοφὸς δημιουργός, τοῖς ἡδέσι προσφθέγμασιν, ἐξαιτήσασθαι, τὸ ζωήρρυτον πόμα, θεῖον ὕδωρ, οὗ πιοῦσα πρὸς τὴν πόλιν, μετοχετεύει τὰ νάματα.

Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν.

Οὔτε ἄντλημα κέκτησαι, καὶ τὸ φρέαρ βαθύτατον, πόθεν οὖν καὶ δώσεις μοι ὕδωρ ἄφθαρτον, ἡ Σαμαρεῖτις ἐβόα σοι, Χριστὲ σε ὡς ἄνθρωπον, οἰομένη οὐ Θεόν, καὶ τοὺς λόγους θαυμάζουσα, ἣν προσρήμασι, γλυκυτάτοις ἀρδεύσας σὲ Θεόν τε, καὶ Σωτῆρα τῶν ἁπάντων, ὁμολογεῖν παρεσκεύασας.
Τάδε λέγει Κύριος τῇ Σαμαρείτιδι· εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι ὕδωρ πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκέ σοι πιεῖν, ἵνα μὴ διψήσῃς εἰς τὸν αἰῶνα, λέγει Κύριος.