Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Παρασκευή 15 Μαΐου 2015

ΙΔΕΤΕ ΟΝ ΠΡΟΕΓΡΑΨΕ ΜΩΣΗΣ, ΙΗΣΟΥΝ ΜΕΣΣΙΑΝ ΕΝ ΤΩ ΝΟΜΩ ΕΛΕΥΣΕΣΘΑΙ

Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν ἐν τῷ νόμῳ ἐλεύσεσθαι, ἐπὶ τῆς γῆς θεαθέντα, δι' εὐσπλαγχνίαν κἀμοὶ προσομιλήσαντα ὡς βροτὸν ἐν τῷ φρέατι, ὄντως οὗτος ὑπάρχει ὁ Χριστός, ὁ ἐν κόσμῳ ἐρχόμενος, τοῖς ἐν τῇ Σιχὰρ Σαμαρεῖτις ὤφθη λέγουσα.

Στόματος ἐξ ἡδέος γυναικός, ὕδατος ποσίμου γλυκεροῦ ἀναβλύζοντος, οἱ ἐν τῇ πόλει πιόντες, καὶ πρὸς τὸ φρέαρ τὸ ῥέον τὴν δαψίλειαν, τὴν τοῦ νάματος, ἔσπευδον ἀναχθῆναι τὸ τάχος, καὶ πηγὴν κατιδεῖν τὴν ἀέναον, τὴν τὰς ἐκτακείσας ψυχὰς ἐπαναψύχουσαν.

Σύμμορφον κατιδόντες τὴν πηγὴν καὶ ὁμοειδῆ τῆς τῶν ἀνθρώπων συστάσεως, τῇ γυναικὶ ἐπεβόων· οἱ ἐν τῇ πόλει, οὐκ ἔτι διὰ σὴν ἡμεῖς, λαλιὰν πεπιστεύκαμεν, ἀληθῶς ἐπιγνόντες, ὅτι οὗτος ὑπάρχει ἡ λύτρωσις, καὶ ἡ σωτηρία τοῦ κόσμου ἡ αἰώνιος.
Παρὰ τὸ φρέαρ τοῦ Ἰακώβ, εὑρὼν ὁ Ἰησοῦς τὴν Σαμαρείτιδα αἰτεῖ ὕδωρ παρ΄ αὐτῆς, ὁ νέφεσι καλύπτων τὴν γῆν. Ὢ τοῦ θαύματος! ὁ τοῖς Χερουβὶμ ἐποχούμενος, πόρνῃ γυναικὶ διελέγετο, ὕδωρ αἰτῶν, ὁ ἐν ὕδατι τὴν γῆν κρεμάσας, ὕδωρ ζητῶν, ὁ πηγὰς καὶ λίμνας ὑδάτων ἐκχέων, θέλων ἑλκῦσαι ὄντως αὐτήν, τὴν θηρευομένην ὑπὸ τοῦ πολεμήτορος ἐχθροῦ, καὶ ποτίσασθαι ὕδωρ ζῶν, τὴν φλεγομένην ἐν τοῖς ἀτοπήμασι δεινῶς ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.