Σάββατο, 4 Απριλίου 2015

ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ

ΣΑΒΒΑΤΟΝ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ
ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΛΑΖΑΡΟΥ
Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ πρὸ τῶν Βαΐων, ἑορτάζομεν τὴν Ἔγερσιν τοῦ ἁγίου καὶ δικαίου, φίλου τοῦ Χριστοῦ, Λαζάρου τοῦ τετραημέρου.
Θρηνεῖς Ἰησοῦ, τοῦτο θνητῆς οὐσίας.
Ζωοῖς φίλον σου, τοῦτο θείας Ἰσχύος.

Ταῖς τοῦ σοῦ φίλου Λαζάρου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.