Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 27 Απριλίου 2015

ΗΛΟΙΣ ΠΡΟΣΗΛΩΘΕΙΣ, ΤΗΝ ΑΡΑΝ

Ἧλοις προσηλωθείς, τὴν ἀράν, τὴν ἐν τῷ ξύλῳ διὰ ξύλου ἐξήλειψας, τεθεὶς δὲ ἐν τῷ μνημείῳ, τοὺς ἀπ' αἰῶνος νεκρούς, θεϊκῇ δυνάμει ἐξανέστησας. Τὴν σὴν δυναστείαν, μεγαλοφώνως δοξάζομεν, Πάσχα τὸ θεῖον, Ἰησοῦ παντοδύναμε, ἡ ζωὴ ἡμῶν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. Ὅθεν τὰ ἐπουράνια, τῇ γῇ συναγάλλονται, ἐπινικίους ᾠδάς σοι, νικοποιὲ Λόγε ᾄδοντες, Χριστὲ παντοκράτορ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ἆρα μετὰ νεκρῶν ἡ ζωὴ; ὑπὸ τὴν γῆν τε ὁ ἀνέσπερος Ἥλιος, εἰσέτι καὶ νῦν ὑπάρχει; τῶν Μυροφόρων χορός, θρηνῳδῶν ἐβόα· Δεῦτε δράμωμεν, σπουδῇ καὶ ὀψώμεθα, πρὸς τὸ μνῆμα τὸ ἅγιον. Ἔνδον δὲ τούτου, ἐξαστράπτοντα Ἄγγελον, θεασάμεναι, ἀποροῦσαι ἐξίσταντο· ὅστις μεταβαλὼν αὐτῶν, τὸν θρῆνον ἐβόησεν, ὁ ζωοδότης ἀνέστη, μὴ ἐκθαμβεῖσθε φιλόσεμναι, αὐτὸς βασιλεύει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Ὄρθρου ὁ τῶν γυναίων χορός, τὸν πρὸ ἡλίου ἐξεζήτησεν Ἥλιον, ἐν τάφῳ δύναντα τότε, ὁ φωταυγὴς δὲ αὐταῖς, προσεφώνει Ἄγγελος. Ἐξανέτειλε, τὸ φῶς καταυγάσαν, τοὺς ἐν τῷ σκότει καθεύδοντας, τοῖς ἑωσφόροις, Μαθηταῖς ἀπαγγείλατε, τὴν κατήφειαν, εἰς χαρὰν μετατρέψατε. Πάσχα δὲ τὸ χαρμόσυνον, καὶ κόσμῳ σωτήριον, ἐν ἀδιστάκτῳ καρδίᾳ, περικροτοῦσαι χορεύσατε. Χριστὸς ἐξανέστη, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.