Κυριακή, 1 Μαρτίου 2015

ΣΕ ΤΟΝ ΑΚΑΤΑΛΗΠΤΟΝ, ΠΡΟ ΕΩΣΦΟΡΟΥ

Σὲ τὸν ἀκατάληπτον, πρὸ ἑωσφόρου ἀνάρχως, ἐξ ἀΰλου λάμψαντα, ἀσωμάτου τε γαστρὸς τοῦ Γεννήτορος, οἱ Προφῆται Κύριε, οἱ τῷ σῷ Πνεύματι, ἐμπνευσθέντες προηγόρευσαν, Παιδίον ἔσεσθαι, ἐξ Ἀπειρογάμου σαρκούμενον, ἀνθρώποις συναπτόμενον, καὶ τοῖς ἐπὶ γῆς καθορώμενον· δι' ὧν ὡς Οἰκτίρμων, ἐλλάμψεως ἀξίωσον τῆς σῆς, τούς ἀνυμνοῦντας τὴν ἄφραστον, σοῦ σεπτὴν Ἀνάστασιν.

Λόγῳ σε κηρύξαντες, οἱ θεηγόροι Προφῆται, καὶ ἔργοις τιμήσαντες, ἀτελεύτητον ζωὴν ἐκαρπώσαντο· τῇ γὰρ κτίσει Δέσποτα, παρὰ σὲ τὸν Κτίσαντα μὴ λατρεύειν καρτερήσαντες, τὸν Κόσμον ἅπαντα, εὐαγγελικῶς ἀπεστράφησαν, καὶ σύμμορφοι γεγόνασιν, οὗπερ προηγόρευσαν Πάθους σου· ὧν ταὶς ἱκεσίαις, ἀξίωσον ἀμέμπτως διελθεῖν, τῆς ἐγκρατείας τὸ στάδιον, μόνε Πολυέλεε.

Φύσει ἀπερίγραπτος, τῇ θεϊκῇ σου ὑπάρχων, ἐπ' ἐσχάτων Δέσποτα, σαρκωθεὶς ἠξίωσας περιγράφεσθαι· τῆς σαρκὸς προσλήψει γάρ, καὶ τὰ ἰδιώματα, ἀνελάβου ταύτης ἅπαντα· διὸ τὸ εἶδός σου, τὸ τῆς ἐμφερείας, ἐγγράφοντες, σχετικῶς ἀσπαζόμεθα, πρὸς τὴν σὴν ἀγάπην ὑψούμενοι, καὶ τῶν ἰαμάτων, τὴν χάριν ἀπαντλοῦμεν ἐξ αὐτοῦ, τῶν Ἀποστόλων ἑπόμενοι, θείαις παραδόσεσιν.

Ὑπέρτιμον κόσμησιν, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τῶν σεπτῶν ἀπείληφε, καὶ ἁγίων Εἰκόνων, τοῦ Σωτῆρος Χριστοῦ, καὶ τῆς Θεομήτορος καὶ Ἁγίων πάντων, φαιδροτάτην ἀναστήλωσιν· δι' ἧς φαιδρύνεται, καὶ καταγλαΐζεται χάριτι, καὶ στῖφος ἀποβάλλεται, τῶν αἱρετικῶν ἐκδιώκουσα, καὶ ἀγαλλομένη, δοξάζει τὸν φιλάνθρωπον Θεόν τὸν δι' αὐτὴν ὑπομείναντα, πάθη τὰ ἑκούσια.
Ἡ χάρις ἐπέλαμψε τῆς ἀληθείας, τὰ προτυπούμενα πάλαι σκιωδῶς νῦν ἀναφανδὸν ἐκτετέλεσται· ἰδοὺ γὰρ ἡ Ἐκκλησία, τὴν ἔνσωμον Εἰκόνα Χριστοῦ, ὡς ὑπερκόσμιον κόσμον ἐπαμφιέννυται, τῆς σκηνῆς τοῦ μαρτυρίου τὸν τύπον προϋπογράφουσα, καὶ τὴν Ὀρθόδοξον Πίστιν κατέχουσα, ἵνα ὃν σεβόμεθα, τούτου καὶ τὴν Εἰκόνα διακρατοῦντες μὴ πλανώμεθα. Ἐνδυσάσθωσαν αἰσχύνην, οἱ οὕτω μὴ πιστεύοντες· ἡμῖν γὰρ δόξα τοῦ Σαρκωθέντος ἡ μορφή, εὐσεβῶς προσκυνουμένη, οὐ θεοποιουμένη. Ταύτην κατασπαζόμενοι, πιστοὶ βοήσωμεν· Ὁ Θεὸς σῶσον τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου.