Κυριακή, 29 Μαρτίου 2015

ΒΑΘΗ ΚΑΡΔΙΑΣ ΕΡΕΥΝΩΝ

Βάθη καρδίας ἐρευνῶν· Ὁ πρὸ γενέσεως προγινώσκων τὰ ἡμῶν, βιαίας βιοτῆς ἀφήρπασας, τὴν προσφυγοῦσάν σοι Σωτήρ, βεβαίως τῇ σῇ φιλανθρωπίᾳ, βοῶσαν ἀσιγήτως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὢ ἀλλοιώσεως σεπτῆς, τῆς πρὸς τὸ κρεῖττόν σου, μεταθέσεως σεμνή! ὢ πόθου θεϊκοῦ μισήσαντος, τὰς σαρκικὰς ἡδονάς! ὢ πίστεως ζεούσης καὶ θείας! πανεύφημε Μαρία, ἣν πιστῶς εὐφημοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εὗρες τῶν πόνων ἀμοιβήν, καὶ τῶν καμάτων σου τὴν ἀντίδοσιν σεμνή, Μαρία, δι' ὧν καταβέβληκας, τὸν παλαμναῖον ἐχθρόν, καὶ νῦν σὺν τοῖς, Ἀγγέλοις κραυγάζεις, τὸν ὕμνον ἀσιγήτως βοῶσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.