Τετάρτη, 11 Μαρτίου 2015

ΤΗΝ ΦΑΙΔΡΑΝ ΔΙΑΝΥΟΝΤΕΣ, ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΕΥΩΧΙΑΝ

Τὴν φαιδρὰν διανύοντες, τῶν Νηστειῶν εὐωχίαν βοῶμεν· Ἅπαντας διατήρησον ἐν εἰρήνῃ Κύριε, πάσης τῆς μηχανίας τοῦ ἐχθροῦ ῥυσάμενος, καὶ ἀξίωσον ἡμᾶς ὡς ὑπεράγαθος, τὸν Σταυρόν σου τὸν σεπτόν, φόβῳ ἀσπάσασθαι, ὁ δι' αὐτοῦ τὰ ἐλέη σου, παρέχων τῇ οἰκουμένῃ, μόνε Πολυέλεε.