Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Κυριακή 15 Μαρτίου 2015

ΜΥΡΑ ΕΝ ΧΕΡΣΙ, ΤΙ ΚΑΤΕΧΕΤΕ

Μύρα ἐν χερσί, τί κατέχετε ὅλως; τίνα δὲ ἐκζητεῖτε; νῦν ὁ φανεῖς Νεανίας ἐν τῷ τάφῳ βοᾷ· Ἐξανέστη ὁ Χριστός, καὶ Θεὸς ἡμών, ἀναστήσας φύσιν βροτῶν ᾍδου κευθμώνων.

Χαίροις τὸ τρισόλβιον ξύλον καὶ θεῖον, Σταυρὲ φῶς τοῖς ἐν σκότει, ὁ τετραπέρατον Κόσμον, τῇ ἐλλάμψει τῇ σῇ, τῆς Ἐγέρσεως Χριστοῦ προδεικνὺς τὰς αὐγάς, ἀξίωσον πάντας πιστούς, φθάσαι τὸ Πάσχα.

Ταύτῃ τῇ ἡμέρᾳ, μυρίζει τὰ μύρα, τῆς θείας μυροθήκης, τὸ ζωομύριστον ξύλον, ὁ Σταυρὸς τοῦ Χριστοῦ, ὀσφρανθῶμεν τῆς αὐτοῦ θεοπνεύστου ὀδμῆς, αὐτὸν προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Δεῦρο Ἐλισσαῖε, Προφῆτα εἰπὲ ἐμφανῶς· τί τὸ ξύλον ἐκεῖνο, ὃ εἰς τὸ ὕδωρ καθῆκες; ὁ Σταυρὸς τοῦ Χριστοῦ, δι' οὗ βάθους τῆς φθορᾶς ἀνειλκύσθημεν αὐτὸν προσκυνοῦντες, πιστῶς εἰς τοὺς αἰῶνας.

Πάλαι Ἰακώβ, προτυπῶν τὸν Σταυρόν σου Χριστέ, Ἰωσὴφ προσεκύνει, τῆς θείας ῥάβδου τὸ ἄκρον σκῆπτρον ταύτην φρικτόν, βασιλείας τε τῆς σῆς προορώμενος, ὅν νῦν προσκυνοῦμεν, πιστῶς εἰς τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Μίαν ἐν τρισί, χαρακτῆρσιν οὐσίαν, δοξάζω ἀσυγχύτως μονοπροσώπως τὰ τρία, οὐδὲ τέμνω μορφῇ τὸν Πατέρα καὶ Υἵόν σὺν τῷ Πνεύματι· εἷς γὰρ ἐπὶ πάντων Θεός εἰς τοὺς αἰῶνας.