Παρασκευή, 27 Μαρτίου 2015

ΗΜΒΛΥΝΑΣ ΤΟΥ ΠΟΝΗΡΟΥ ΣΩΤΕΡ

Ἤμβλυνας τοῦ πονηροῦ Σῶτερ τὰ κέντρα, καθηλούμενος ἥλοις ἐν ξύλῳ, ἀκανθῶν διάδημα, ἀνεδύσω χλευαστικῶς, ἐκριζῶν τῆς παραβάσεως τὴν ἄκανθαν· διὸ ἀνυμνοῦντές σοι κραυγάζομεν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ἥπλωσας ἐπὶ Σταυροῦ Χριστὲ παλάμας, τὸ ἀνθρώπινον ἐπισυνάγων, πρὸς τὴν σὴν ἐπίγνωσιν, καὶ τῇ λόγχῃ τὴν σὴν Πλευράν, κεντηθῆναι κατεδέξω, ἀναβλύσας ἡμῖν, πηγὴν φωτισμοῦ τοῖς ἀναμέλπουσιν· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Ῥείθροις εὐσπλαγχνίας σου Οἰκτίρμον, ἀποκάθαρόν μου τὴν καρδίαν, ἁμαρτίας δήγματι, σπιλωθεῖσαν καὶ ποταμούς, κατανύξεως πηγάζειν με ἀξίωσον, Χριστὲ Ἰησοῦ, ἵνα κραυγάζω σοι· Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.