Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Δευτέρα 23 Μαρτίου 2015

ΑΠΟ ΤΟΝ ΜΕΓΑΛΟ ΚΑΝΟΝΑ

«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου σαρκί, ἐπιδημήσαντα».
Πρόσεχε, οὐρανέ, καὶ λαλήσω, γῆ ἐνωτίζου φωνῆς, μετανοούσης Θεῷ, καὶ ἀνυμνούσης αὐτόν.
Πρόσχες μοι, ὁ Θεὸς ὁ Σωτήρ μου, ἱλέῳ ὄμματί σου, καὶ δέξαι μου, τὴν θερμὴν ἐξομολόγησιν.
Ἡμάρτηκα, ὑπὲρ πάντας ἀνθρώπους, μόνος ἡμάρτηκά σοι, ἀλλ' οἴκτειρον ὡς Θεός, Σῶτερ τὸ ποίημά σου.
Ζάλη με, τῶν κακῶν περιέχει, εὔσπλαγχνε Κύριε, ἀλλ' ὡς τῷ Πέτρῳ κᾀμοί, τὴν χεῖρα ἔκτεινον.
Τὰ δάκρυα, τὰ τῆς πόρνης οἰκτίρμον, κᾀγὼ προβάλλομαι. Ἱλάσθητί μοι Σωτήρ, τῇ εὐσπλαγχνίᾳ σου.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ἠμαύρωσα, τῆς ψυχῆς τὸ ὡραῖον, ταῖς τῶν παθῶν ἡδοναῖς, καὶ ὅλως ὅλον τὸν νοῦν, χοῦν ἀπετέλεσα.
Διέρρηξα, νῦν τὴν στολὴν μου τὴν πρώτην, ἣν ἐξυφάνατό μοι, ὁ Πλαστουργὸς ἐξ ἀρχῆς, καὶ ἔνθεν κεῖμαι γυμνός.
Ἐνδέδυμαι, διερρηγμένον χιτῶνα, ὃν ἐξυφάνατό μοι, ὁ ὄφις τῇ συμβουλῇ, καὶ καταισχύνομαι.
Προσέβλεψα, τοῦ φυτοῦ τὸ ὡραῖον, καὶ ἠπατήθην τὸν νοῦν, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Ἐτέκταινον, ἐπὶ τὸν νῶτόν μου πάντες, οἱ ἀρχηγοὶ τῶν κακῶν, μακρύνοντες κατ' ἐμοῦ τὴν ἀνομίαν αὐτῶν.
Ἀπώλεσα, τὸ πρωτόκτιστον κάλλος, καὶ τὴν εὐπρέπειάν μου, καὶ ἄρτι κεῖμαι γυμνός, καὶ καταισχύνομαι.
Κατέρραψε, τοὺς δερματίνους χιτῶνας, ἡ ἁμαρτία κᾀμοί, γυμνώσασά με τῆς πρίν, θεοϋφάντου στολῆς.
Περίκειμαι, τὸν στολισμὸν τῆς αἰσχύνης, καθάπερ φύλλα συκῆς, εἰς ἔλεγχον τῶν ἐμῶν, αὐτεξουσίων παθῶν.
Ἐστόλισμαι, κατεστιγμένον χιτῶνα, καὶ ἠμαγμένον αἰσχρῶς, τῇ ῥύσει τῆς ἐμπαθοῦς, καὶ φιληδόνου ζωῆς.
Ἐσπίλωσα, τὸν τῆς σαρκός μου χιτῶνα, καὶ κατερρύπωσα, τὸ κατ' εἰκόνα Σωτήρ, καὶ καθ' ὁμοίωσιν.
Ὑπέπεσα, τῇ τῶν παθῶν ἀλγηδόνι, καὶ τῇ ἐνύλῳ φθορᾷ, καὶ ἔνθεν νῦν ὁ ἐχθρός, καταπιέζει με.
Φιλόϋλον, καὶ φιλοκτήμονα βίον, τῆς ἀκτησίας Σωτήρ, προκρίνας νῦν τὸν βαρύν, κλοιὸν περίκειμαι.
Ἐκόσμησα, τὸν τῆς σαρκὸς ἀνδριάντα, τῇ τῶν αἰσχρῶν λογισμῶν, ποικίλῃ περιβολῇ, καὶ κατακρίνομαι.
Τῆς ἔξωθεν, ἐπιμελῶς εὐκοσμίας, μόνης ἐφρόντισα, τῆς ἔνδον ὑπεριδών, Θεοτυπώτου σκηνῆς.
Μορφώσας μου, τὴν τῶν παθῶν ἀμορφίαν, ταῖς φιληδόνοις ὁρμαῖς, ἐλυμηνάμην τοῦ νοῦ τὴν ὡραιότητα.
Κατέχρωσα, τῆς πρὶν εἰκόνος τὸ κάλλος, Σῶτερ τοῖς πάθεσιν, ἀλλ' ὡς ποτὲ τὴν δραχμήν, ἀναζητήσας εὑρέ.
Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι, μόνος ἡμάρτηκά σοι, ὡς μύρον δέχου Σωτὴρ κᾀμοῦ τὰ δάκρυα.
Ὠλίσθησα, ὡς ὁ Δαυῒδ ἀκολάστως, καὶ βεβορβόρωμαι, ἀλλ' ἀποπλύναις κᾀμέ, Σωτὴρ τοῖς δάκρυσί μου.
Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι· Σῶτερ ἱλάσθητί μοι· οὐδεὶς γὰρ τῶν ἐξ Ἀδάμ, ὡς ἐγὼ ἥμαρτέ σοι.
Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω, οὐδὲ κατάνυξιν, αὐτός μοι ταῦτα Σωτήρ, ὡς Θεὸς δώρησαι.
Τὴν θύραν σου, μὴ ἀποκλείσῃς μοι τότε, Κύριε, Κύριε, ἀλλ' ἄνοιξόν μοι αὐτὴν μετανοοῦντί σοι.
Φιλάνθρωπε, ὁ θέλων πάντας σωθῆναι, σὺ ἀνακαλέσαί με, καὶ δέξαι ὡς ἀγαθός, μετανοοῦντά με.
Ἐνώτισαι, τοὺς στεναγμοὺς τῆς ψυχῆς μου, καὶ τῶν ἐμῶν ὀφθαλμῶν, προσδέχου τοὺς σταλαγμούς· Κύριε σῶσόν με.