Κυριακή, 15 Μαρτίου 2015

ΚΥΡΙΑΚΗ Γ' ΤΩΝ ΝΗΣΤΕΙΩΝ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ τῶν Νηστειῶν, τὴν Προσκύνησιν ἑορτάζομεν τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ.

Τὸν Σταυρὸν γῆ σύμπασα προσκυνησάτω,
Δι' οὗ περ ἔγνωκε σὲ προσκυνεῖν, Λόγε.

Τῇ αὐτοῦ δυνάμει, Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς τῶν τοῦ πονηροῦ διαφύλαξον ἐπηρειῶν, καὶ τὰ θεῖά σου Πάθη, καὶ τὴν ζωηφόρον Ἀνάστασιν προσκυνῆσαι ἀξίωσον, τὸ τεσσαρακονθήμερον εὐμαρῶς διανύσαντας στάδιον, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.