Παρασκευή, 27 Μαρτίου 2015

ΟΡΩΣΑ ΣΕ, ΕΝ ΣΤΑΥΡΩ ΗΡΤΗΜΕΝΟΝ Η ΠΑΝΑΓΝΟΣ

Ὁρῶσά σε, ἐν σταυρῷ ἠρτημένον ἡ Πάναγνος, ἠλάλαζε, τετρωμένη τὰ σπλάγχνα καὶ ἔλεγε· Διὰ σπλάγχνα Κύριε, σῶν οἰκτιρμῶν παθεῖν ἠνέσχου, πᾶσι παρέχων ἀπάθειαν.