Πέμπτη, 12 Μαρτίου 2015

ΑΣΩΤΩΣ ΔΙΑΣΠΕΙΡΑΣ, ΤΟΝ ΠΑΤΡΙΚΟΝ ΜΟΥ ΠΛΟΥΤΟΝ, ΕΡΗΜΟΣ ΓΕΓΟΝΑ

Ἀσώτως διασπείρας, τὸν πατρικόν μου πλοῦτον, ἔρημος γέγονα, ἐν τῇ χώρᾳ οἰκήσας, τῶν πονηρῶν πολιτῶν, καὶ τῇ ἀλογίᾳ ὡμοιώθην ἀνοήτοις κτήνεσι καὶ πάσης γεγύμνωμαι θείας χάριτος· διὸ ἐπιστρέψας βοῶ σοι· τῷ εὐσπλάγχνῳ καὶ οἰκτίρμονι Πατρί· Ἥμαρτον, δέξαι με μετανοοῦντα ὁ Θεός, καὶ ἐλέησόν με.