Τρίτη, 10 Μαρτίου 2015

ΝΗΣΤΕΙΑΝ ΠΟΘΗΣΩΜΕΝ

Νηστείαν ποθήσωμεν ψυχῆς, πάθη χαλεπώτατα τῇ συνεργείᾳ τοῦ Πνεύματος, καταμαραίνουσαν, καὶ ἐνθέους πράξεις, πράττειν ἐνισχύουσαν, καὶ νοῦν πρὸς οὐρανόν ἀναπέμπουσαν, καὶ τὴν συγχώρησιν, προξενοῦσαν ὧν ἡμάρτομεν, δωρουμένην ἐκ Θεοῦ οἰκτίρμονος.

Ἅπαντα τὸν βίον μου αἰσχρῶς, δαπανήσας Κύριε, μετὰ πορνῶν ὁ ταλαίπωρος, ὥσπερ ὁ Ἄσωτος, κατανύξει κράζω· Πάτερ ἐπουράνιε, ἡμάρτηκα ἱλάσθητι σῶσόν με, καὶ μὴ ἀπώσῃ με, ἐμαυτὸν ἐκ σοῦ μακρύναντα, καὶ ἐνθέοις, ἔργοις νῦν πτωχεύσαντα.
Δεῦτε ἅπαντες κυμβάλοις ψαλμικοῖς, τὴν σεπτὴν ἐγκράτειαν κατασπαζόμενοι διηχήσωμεν· ἐν αὐτῇ γὰρ νοητῶς, ὄφιν τὸν ἀρχέκακον καταράσσομεν· ὅθεν παρρησίᾳ βοῶμεν Χριστῷ· Παράσχου Σῶτερ ἀκατακρίτως, τὸν πανάγιόν σου Σταυρὸν κατιδέσθαι, καὶ καταπροσκυνῆσαι, ἐν ψαλμοῖς καὶ ὕμνοις, ἑορτάζειν φαιδρῶς.