Δευτέρα, 16 Φεβρουαρίου 2015

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Νόμοις σὺ πειθόμενος Χριστοῦ, ἀπέθου ἅπαντα Πάνσοφε Σέλευκε, ὡς στρατιώτης δὲ γέγονας, εὐσεβείας καὶ διδάσκαλος, καὶ τῶν χηρῶν καὶ ὀρφανῶν ἐπιμελούμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Αἴγλῃ ἀναλάμπων νοητῇ, Πρεσβύτα ἔνδοξε, Μάρτυς Θεόδουλε, καὶ δοῦλος γνήσιος γέγονας, τὸν Δεσπότην ἐκμιμούμενος, οὗ τὸν σταυρὸν ἐπιποθῶν, σταυρὸν ὑπέμεινας· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

Ναὸς φανείς, Ἰουλιανέ, τοῦ θείου Πνεύματος, τρόπων χρηστότητι, κατακεκόσμησαι, πλήρης μέν, εὐσεβείας καὶ πραότητος, πλήρης δὲ πίστεως ὀφθείς, ὁλοκαυτούμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.