Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 7 Φεβρουαρίου 2015

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΡΘΕΝΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΛΑΜΨΑΚΩΝ ΚΑΙ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΛΟΥΚΑ ΤΟΥ ΕΝ ΤΩ ΣΤΕΙΡΙΩ ΤΗΣ ΕΛΛΑΔΟΣ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΦΕΒΡΟΥΑΡΙΟΥ

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων.

Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ,
Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα.
Παρθένιος κατέδαρθε, λαχὼν μακρὸν ἑβδόμῃ ὕπνον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν Ἑλλάδι.
Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα,
Ὃς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων χιλίων Μαρτύρων καὶ τριῶν, οἰκετῶν τῶν τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται.
Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἓξ Φρύγες,
Τῇ τῶν Φρυγῶν γῇ πύργος εἰσὶν ἰσχύος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Μονοβάτοις ἀγωνισαμένου, καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας αὐτοῦ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.